Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.49 Dem. 23.52 (English) >>Dem. 23.55

23.51λέγε τὸν μετὰ ταῦτα νόμον.Νόμος

φόνου δὲ δίκας μὴ εἶναι μηδαμοῦ κατὰ τῶν τοὺς φεύγοντας ἐνδεικνύντων, ἐάν τις κατίῃ ὅποι μὴ ἔξεστιν.

μὲν νόμος ἐστὶν οὗτος Δράκοντος, ἄνδρες Ἀθηναῖοι, καὶ οἱ ἄλλοι δὲ ὅσους ἐκ τῶν φονικῶν νόμων παρεγραψάμην· δεῖ δʼ λέγει σκέψασθαι. “κατὰ τῶν ἐνδεικνύντωνφησὶτοὺς κατιόντας ἀνδροφόνους ὅποι μὴ ἔξεστι δίκας φόνου μὴ εἶναι.” ἐνταυθὶ δύο δηλοῖ δίκαια, παρʼ ἀμφότερʼ οὗτος εἴρηκεν τὸ ψήφισμα, ὅτι τʼ ἐνδεικνύναι δίδωσι τὸν ἀνδροφόνον καὶ οὐκ αὐτὸν ἀγώγιμον οἴχεσθαι λαβόντα, καὶ ὅτι, ἐὰν κατίῃ τις ὅποι μὴ ἔξεστι, καὶ αὐτὸ τοῦτο δίδωσιν, οὐχ ὅπου βούλεταί τις. 23.52οὐκ ἔξεστι δὲ ποῖ; ἐξ ἧς ἂν φεύγῃ τις πόλεως. ποῦ καὶ σφόδρα τοῦτο δηλοῖ; “ἐάν τις κατίῃφησί. τοῦτο δʼ οὐκ ἔστʼ ἐπενεγκεῖν ἄλλῃ πόλει πλὴν ἣν ἂν φεύγῃ τις· ὅθεν γὰρ μηδʼ ἐξέπεσέν τις τὴν ἀρχήν, οὐκ ἔνι δήπου κατελθεῖν εἰς ταύτην. μὲν τοίνυν νόμος ἔνδειξιν δέδωκεν, καὶ ταύτην, “ἂν κατίῃ ὅποι μὴ ἔξεστιν·” δὲἀγώγιμος ἔστωγέγραφεν κἀντεῦθεν, ὅποι φεύγειν οὐδεὶς κωλύει νόμος.

23.53λέγʼ ἄλλον νόμον.Νόμος

ἐάν τις ἀποκτείνῃ ἐν ἄθλοις ἄκων, ἐν ὁδῷ καθελὼν ἐν πολέμῳ ἀγνοήσας, ἐπὶ δάμαρτι ἐπὶ μητρὶ ἐπʼ ἀδελφῇ ἐπὶ θυγατρί, ἐπὶ παλλακῇ ἣν ἂν ἐπʼ ἐλευθέροις παισὶν ἔχῃ, τούτων ἕνεκα μὴ φεύγειν κτείναντα.

πολλῶν, ἄνδρες Ἀθηναῖοι, νόμων ὄντων, παρʼ οὓς εἴρηται τὸ ψήφισμα, παρʼ οὐδένα μᾶλλον παρὰ τοῦτον τὸν ἀνεγνωσμένον νῦν εἴρηται. διδόντος γὰρ τοῦ νόμου σαφῶς οὑτωσὶ καὶ λέγοντος ἐφʼ οἷς ἐξεῖναι κτεῖναι, οὗτος ἅπαντα παρεῖδε ταῦτα, καὶ γέγραφεν, οὐδὲν ὑπειπὼν πῶς, ἄν τις ἀποκτείνῃ, τὴν τιμωρίαν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.49 Dem. 23.52 (English) >>Dem. 23.55

Powered by PhiloLogic